Ακολουθία εις τους εκ των λατινικών αιρέσεων επιστρέφοντας (1484 μ.Χ.)

ΑΚΟΛΟΥΘΙΑ

ΕΙΣ ΤΟΥΣ ΕΚ ΤΩΝ ΛΑΤΙΝΙΚΩΝ ΑΙΡΕΣΕΩΝ ΕΠΙΣΤΡΕΦΟΝΤΑΣ

ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ

1484 μ.Χ.

Ἀκολουθία, τυπωθεῖσα ὑπ’ αὐτῆς τῆς ἁγίας καὶ μεγάλης συνόδου, εἰς τοὺς ἐκ τῶν λατινικῶν αἱρέσεων ἐπιστρέφοντας τῇ ὀρθοδόξῳ τε καὶ καθολικῇ Ἐκκλησίᾳ τῆς Κωνσταντινουπόλεως, ἀλλὰ δὴ καὶ τοῖς τρισὶν ἁγιωτάτοις πατριάρχαις τῆς Ἀνατολῆς, Ἀλεξανδρείας δηλονότι, Ἀντιοχείας, καὶ Ἱεροσολύμων.

Ὁ ἀρχιερεύς, ἢ καὶ ὁ ἱερεύς, προτροπῇ αὐτοῦ, βαλὼν ἐπιτραχήλιον, ποιεῖ εὐλογητὸν ἔμπροσθεν τῶν ἁγίων θυρῶν τοῦ βήματος. Καὶ εὐθὺς ἀρχόμεθα τό, Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε. Τὸ τρισάγιον. Παναγία τριάς. Πάτερ ἡμῶν. Τό, Κύριε ἐλέησον ιβ΄. Δεῦτε προσκυνήσωμεν. Τὸν Ν΄. Καὶ μετὰ τὸ εἰπεῖν ταῦτα, παρίστησι τὸν ἐκ Λατίνων ἐπιστρέφοντα τῇ ὀρθοδόξῳ πίστει κατέμπροσθεν τῶν ἁγίων θυρῶν τοῦ βήματος, καὶ ἐπερωτᾶ αὐτὸν ἀσκεπῆ ὄντα, λέγων πρὸς αὐτὸν οὕτως·

Ἐρώτησις. Βούλει, ἄνθρωπε, γενέσθαι ὀρθόδοξος, καὶ ἀποτάσσῃ πᾶσι τοῖς αἰσχίστοις καὶ ἀλλοτρίοις δόγμασι τῶν Λατίνων, δηλονότι περὶ τῆς ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος, ὅτι κακῶς φρονοῦσι καὶ δοξάζουσι τὸ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· ἀλλὰ δὴ τῶν τε ἱερουργουμένων παρ’ αὐτοῖς ἀζύμων, καὶ τῶν λοιπῶν ἐθῶν τῆς Ἐκκλησίας ἐκείνων, ὅσα οὐ συμφωνεῖ τῇ καθολικῇ καὶ ὀρθοδόξῳ τῆς Ἀνατολικῆς Ἐκκλησίας;

Ὁ Λατῖνος. Ναί, δέσποτα ἅγιε, ἐξ ὅλης μου τοῦτο ποιῶ τῆς ψυχῆς.

Ἐρώτησις. Ἀσπάζῃ τὸ ἅγιον τῆς πίστεως ἡμῶν σύμβολον, καὶ φυλάττεις αὐτὸ ἀπαραποίητον, καὶ ἄνευ τινὸς προσθήκης λέξεως τυχὸν ἐν τούτῳ, ἢ ἀφαιρέσεως, καθώς, ἐτυπώθη ὑπὸ τῶν ἁγίων καὶ οἰκουμενικῶν μεγάλων συνόδων, τῆς τε ἐν Νικαίᾳ τῆς Βιθυνίας συστάσης τὸ πρῶτον, καὶ τῆς ἐν Κωνσταντινουπόλει συστάσης δευτέρας καὶ οἰκουμενικῆς συνόδου, καὶ ὑπὸ πασῶν τῶν οἰκουμενικῶν συνόδων καθεξῆς βεβαιωθὲν τοῦτο καὶ κυρωθέν;

Ἀπόκρισις. Ναί, δέσποτα ἅγιε, τοῦτο στέργω ἐξ ὅλης μου τῆς ψυχῆς, καὶ φυλάττω αὐτὸ ἀπαραποίητον.

Ἐρώτησις. Καθυποβάλλεις τῷ ἀναθέματι, ὡς καὶ οἱ ἅγιοι καὶ θεῖοι Πατέρες ἡμῶν τοῦτ’ ἐποίησαν, δηλονότι, τοὺς τολμῶντας μετὰ προσθήκης τοῦτο λέγειν τινός, καὶ ἐκ τοῦ Υἱοῦ ὥσπερ καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι φλυαροῦντας τὸ Πνεῦμα τὸ ἅγιον;

Ἀπόκρισις. Ἐξ ὅλης ὁμολογῶ τῆς ψυχῆς τοῦτο ἀπαραποίητον, καὶ τοὺς μὴ οὕτω στέργοντας αὐτὸ καθυποβάλλω τῷ ἀναθέματι.

Ἐρώτησις. Ἀποβάλλῃ καὶ εἰς οὐδὲν λογίζῃ τὴν ἐν Φλωρεντίᾳ τῆς Ἰταλίας πρασυστᾶσαν σύνοδον, καὶ ὅσα ἔστερξεν ἐκείνη κακῶς ἐναντία τῆς καθολικῆς Ἐκκλησίας καὶ νόθα;

Ἀπόκρισις. Ἀποβάλλομαι ταύτην τὴν σύνοδον, δέσποτά μου, καὶ ὡς μηδὲ τὸ κατ’ ἀρχὰς συστᾶσαν ἡ γεγονυῖαν ταύτην λογίζομαι εἶναι.

Ἐρώτησις. Ἀποστρέφῃ τελείως καὶ τὰς συνάξεις τῶν Λατίνων ἐν ταῖς αὐτῶν Ἐκκλησίαις, ἢ καὶ αὐτῶν τῶν λατινοφρόνων, καὶ τοὺς τὰ ἄζυμα ἰουδαϊκῶς, ἢ ἀπολλιναριστικῶς ταῦτα ἱερουργοῦντας, ὡς αἱρετικούς;

Ἀπόκρισις. Ναί, δέσποτα, καὶ τοῦτο ποιῶ ἐξ ὅλης μου τῆς ψυχῆς.

Ἐρώτησις. Ἀπὸ τοῦ νυν καὶ εἰς τὸ ἑξῆς χάριτι θείᾳ ἐξασφαλίζῃ ἕως τέλους ζωῆς σου διαμένειν ἐν τῇ ὀρθοδόξῳ ταύτῃ πίστει τῆς καθ’ ἡμᾶς ἁγίας Ἐκκλησίας ἀκλόνητος καὶ ἀσάλευτος, κἂν εἴ τί σοι γένηται;

Ἀπόκρισις. Ναί, τίμιε δέσποτα, τοῦ Θεοῦ συνεργοῦντός μοι, τοῦτο ὑπόσχομαι.

Καὶ ὁ ἀρχιερεύς, ἢ ὁ ἱερεύς. Καὶ λοιπὸν ὁμολόγησον ἤδη τὸ ἅγιον τῆς πίστεως ἡμῶν σύμβολον ἄνευ τινὸς προσθήκης.

Καὶ λέγει ὁμολογῶν μεγάλῃ τῇ φωνῇ τό, Πιστεύω εἰς ἕνα Θεόν, καὶ λέγει τοῦτο ἕως τέλους. Καὶ μετὰ τὸ εἰπεῖν καὶ ἀπαρτίσαι αὐτὸ τὸ σύμβολον ἅπαν, εὐθὺς χρίεται ὑπὸ τοῦ ἱερέως ὁ τοιοῦτος τῷ ἁγίῳ καὶ μεγάλῳ τῆς Ἐκκλησίας μύρῳ, ἔν τε τῷ μετώπῳ αὐτοῦ ἐγχαράττοντος σταυρὸν τοῦ ἱερέως, ὁμοίως καὶ εἰς τὰ ὦτα, καὶ τῷ πώγωνι αὐτοῦ, καὶ ταῖς χερσίν, ἀλλὰ δὲ καὶ τῷ στήθει, καὶ τοῖς γόνασι, λέγοντος καὶ ἐπιφωνοῦντος τοῦ ἀρχιερέως ἐν μιᾷ ἑκάστῃ αἰσθήσει, ἐν τῷ χρίειν· Σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, ἀμήν. Καὶ μετὰ τὸ ἀπομυρῶσαι τοῦτον, εὔχεται ὁ ἱερεὺς ἄνω τῆς κεφαλῆς τοῦ χρισθέντος τῷ μύρῳ τὴν εὐχὴν ταύτην.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ τοῖς ἐν γῇ δι’ ἄφατον ἔλεος ἐπιδημήσας, καὶ διδάξας τοὺς ἀνθρώπους ὁμολογεῖν τὴν ἀληθινὴν καὶ ἄμεμπτον ὁμολογίαν, τὴν τῆς ὁμοουσίου καὶ συναϊδίου Τριάδος ἐπίγνωσιν, καὶ τὸ προσκυνητὸν καὶ παντοδύναμον Πνεῦμα, διὰ τοῦ ἀψευδοῦς σου στόματος ὑποφήνας ἐκπορεύεσθαι τοῦτο καὶ ὑφίστασθαι ἐκ τοῦ ἀνάρχου σου Πατρὸς καὶ Θεοῦ, αὐτός, Δέσποτα, τὸν δοῦλόν σου (δεῖνα) τὸν ἐπιστρέφοντα ἐκ τῆς λατινικῆς αἱρέσεως πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου σου καὶ τοῦ ἀψευδοῦς σου στόματος, καὶ τὴν τῶν ἁγίων σου Ἀποστόλων καὶ διδασκάλων τῆς εὐσεβείας ἀκραιφνῆ θεολογίαν, ὁμολογίαν τε αὐτῶν καὶ παράδοσιν, πρόσδεξαι, ὡς ἐλεήμων καὶ συμπαθής, συνάπτων αὐτὸν καὶ ἑνῶν τοῖς ἀληθέσι δόγμασι τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. καταξιῶν τε αὐτὸν τῆς ἀτελευτήτου καὶ ἀϊδίου τῶν οὐρανῶν βασιλείας τῇ ἐπιγνώσει καὶ ἀνακηρύξει τῶν τῆς εὐσεβείας δογμάτων. Πάριδε οὖν, ὡς συμπαθὴς καὶ ἐλεήμων, τὰ ἐν γνώσει τε καὶ ἀγνοίᾳ ἐν τῷ βίῳ πλημμεληθέντα αὐτῷ· στερέωσον αὐτὸν διαμένειν ἐν τῇ ὀρθοδόξῳ πίστει, καὶ ὁμολογίᾳ σου· πλάτυνον δὲ αὐτοῦ τὸ στόμα ἐρεύγεσθαι κατὰ τῶν τοῦ ᾅδου πυλῶν αἱρέσεων, καὶ τῶν λοιπῶν ἀσεβειῶν· διάνοιξον αὐτοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς κατανοεῖν σου τὰ θαυμάσια· δίδαξον αὐτόν, ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου· μὴ μνησθῇς τῶν ἀνομιῶν αὐτοῦ· κάθαρον αὐτοῦ τὴν ψυχὴν αἱρετικῆς ἀχλύος, καὶ πάσης ἄλλης δυσσεβείας· καὶ σύναξον αὐτὸν δι’ ἡμῶν προστρέχοντα τῇ ὀρθοδόξῳ σου ποίμνῃ· ὅτι πρέπει σοι πᾶσα δόξα, κτλ.

Μετὰ ταῦτα λέγει τὸν ψαλμόν· Ὑψώσω σε ὁ Θεός μου ὁ βασιλεύς μου.

Εἶτα, Δόξα καὶ νῦν. Τὴν τιμιωτέραν. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς.

Εἶτα ἐκτενής, καὶ ἀπόλυσις.

Λίβελλος,

ὅν περ διδοῦσιν ἐγγράφως ἀπαιτούμενοι οἱ ἐκ Λατίνων ἐπιστρέφοντες,

Ἐπειδὴ ἀπαιτήθημεν παρὰ τοῦ παναγιωτάτου ἡμῶν δεσπότου, ἢ ἀρχιερέως (τοῦ δεῖνος), δοῦναι ὁμολογίαν καθαρὰν ἐν τῷ ἱερῷ κώδικι τῆς (ὁδεῖνος) Ἐκκλησίας, ἥν τινα κρατεῖ ἡ καθολικὴ τῶν Γραικῶν Ἐκκλησία, ἤδη κατὰ τὸν θεῖον καὶ προσκυνητὸν ὁρισμὸν αὐτοῦ, τὸν παρόντα ἡμῶν ἔγγραφον λίβελλον ἀποδίδομεν, δι’ οὗ καθομολογοῦμεν καὶ στέργομεν ἅπαντα τὰ παρὰ τῶν θείων καὶ ἱερῶν κανόνων ἀποφανθέντα καὶ στερχθέντα, τῶν τε ἀποστολικῶν, καὶ τῶν ἁγίων ἑπτὰ οἰκουμενικῶν συνόδων, ἀλλὰ δὴ καὶ τῶν μερικῶν, ὡς ἡ ἁγία τῶν Γραικῶν Ἐκκλησία καθομολογεῖ, ἀποβαλλόμενος πάντα τὰ τῶν Λατίνων ἄτοπα ἔθιμα, καὶ πᾶσαν ἄλλην βέβηλον κενοφωνίαν· ὧν χάριν καὶ ἡ παροῦσα ἡμῶν ἔγγραφος ὁμολογία ἐπεδόθη τῇ καθολικῇ καὶ ἀποστολικῇ μεγάλῃ Ἐκκλησίᾳ τῆς Κωνσταντινουπόλεως, ἐν μηνὶ (ὁδεῖνι), ἰνδικτιῶνος (ὁδεῖνος), ἔτος (ὁδεῖνα).

ΠΗΓΗ:

Γ. Ράλλη – Μ. Ποτλῆ, Σύνταγμα τῶν θείων καὶ ἱερῶν Κανόνων, τ. Ε΄, Ἀθήνησιν 1855,

σ. 143-147.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s